Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.48 Joseph. AJ 14.55 (English) >>Joseph. AJ 14.60

14.52κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ τοῖς φρουράρχοις ἐπιστέλλειν τῇ ἑαυτοῦ χειρί, παραδέχεσθαι δὲ ἄλλως ἀπείρητο, πείθεται μέν, δυσανασχετῶν δʼ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ ἐν παρασκευῇ τοῦ πολεμεῖν ἐγίνετο. 14.53καὶ μετʼ οὐ πολὺ Πομπηίῳ στρατιὰν ἐπʼ αὐτὸν ἄγοντι καθʼ ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην. 14.54

Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει. 14.55καὶ μετανοήσας Ἀριστόβουλος ἀφικνεῖται πρὸς Πομπήιον, καὶ χρήματά τε διδοὺς καὶ τοῖς Ἱεροσολύμοις αὐτὸν εἰσδεχόμενος παρεκάλει παύσασθαι τοῦ πολέμου καὶ πράττειν μετʼ εἰρήνης τι βούλεται. συγγνοὺς δὲ Πομπήιος αὐτῷ δεομένῳ πέμπει Γαβίνιον καὶ στρατιώτας ἐπί τε τὰ χρήματα καὶ τὴν πόλιν. 14.56οὐ μὴν ἐπράχθη τι τούτων, ἀλλʼ ἐπανῆλθεν Γαβίνιος τῆς τε πόλεως ἀποκλεισθεὶς καὶ τὰ χρήματα μὴ λαβών, τῶν Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐπιτρεψάντων τὰ συγκείμενα γενέσθαι. 14.57ὀργὴ δʼ ἐπὶ τούτοις Πομπήιον λαμβάνει, καὶ τὸν Ἀριστόβουλον ἐν φυλακῇ καταστήσας αὐτὸς ἐπὶ τὴν πόλιν ἔρχεται τὰ μὲν ἄλλα πάντα οὖσαν ὀχυράν, μόνῳ δὲ τῷ βορείῳ μέρει φαύλως ἔχουσαν· περιέρχεται γὰρ αὐτὴν φάραγξ εὐρεῖά τε καὶ βαθεῖα ἐντὸς ἀπολαμβάνουσα τὸ ἱερὸν λιθίνῳ περιβόλῳ καρτερῶς πάνυ τετειχισμένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.48 Joseph. AJ 14.55 (English) >>Joseph. AJ 14.60

Powered by PhiloLogic